Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 9.7 | Dem. 9.11 (English) | >>Dem. 9.15 |
9.9εἰ δέ τις ταύτην εἰρήνην ὑπολαμβάνει , ἐξ ἧς ἐκεῖνος πάντα τἄλλα λαβὼν ἐφʼ ἡμᾶς ἥξει , πρῶτον μὲν μαίνεται , ἔπειτʼ ἐκείνῳ παρʼ ὑμῶν , οὐχ ὑμῖν παρʼ ἐκείνου τὴν εἰρήνην λέγει · τοῦτο δʼ ἐστὶν ὃ τῶν ἀναλισκομένων χρημάτων πάντων Φίλιππος ὠνεῖται , αὐτὸς μὲν πολεμεῖν ὑμῖν , ὑφʼ ὑμῶν δὲ μὴ πολεμεῖσθαι .
καὶ μὴν εἰ μέχρι τούτου περιμενοῦμεν , ἕως ἂν ἡμῖν ὁμολογήσῃ πολεμεῖν , πάντων ἐσμὲν εὐηθέστατοι · οὐδὲ γὰρ ἂν ἐπὶ τὴν Ἀττικὴν αὐτὴν βαδίζῃ καὶ τὸν Πειραιᾶ , τοῦτʼ ἐρεῖ , εἴπερ οἷς πρὸς τοὺς ἄλλους πεποίηκε δεῖ τεκμαίρεσθαι .
9.11τοῦτο μὲν γὰρ Ὀλυνθίοις , τετταράκοντʼ ἀπέχων τῆς πόλεως στάδια , εἶπεν ὅτι δεῖ δυοῖν θάτερον , ἢ ἐκείνους ἐν Ὀλύνθῳ μὴ οἰκεῖν ἢ αὑτὸν ἐν Μακεδονίᾳ , πάντα τὸν ἄλλον χρόνον , εἴ τις αὐτὸν αἰτιάσαιτό τι τοιοῦτον , ἀγανακτῶν καὶ πρέσβεις πέμπων τοὺς ἀπολογησομένους · τοῦτο δʼ εἰς Φωκέας ὡς πρὸς συμμάχους ἐπορεύετο , καὶ πρέσβεις Φωκέων ἦσαν οἳ παρηκολούθουν αὐτῷ πορευομένῳ , καὶ παρʼ ἡμῖν ἤριζον οἱ πολλοὶ Θηβαίοις οὐ λυσιτελήσειν τὴν ἐκείνου πάροδον .
9.12καὶ μὴν καὶ Φερὰς πρώην ὡς φίλος καὶ σύμμαχος εἰς Θετταλίαν ἐλθὼν ἔχει καταλαβών , καὶ τὰ τελευταῖα τοῖς ταλαιπώροις Ὠρείταις τουτοισὶ ἐπισκεψομένους ἔφη τοὺς στρατιώτας πεπομφέναι κατʼ εὔνοιαν · πυνθάνεσθαι γὰρ αὐτοὺς ὡς νοσοῦσι καὶ στασιάζουσιν , συμμάχων δʼ εἶναι καὶ φίλων ἀληθινῶν ἐν τοῖς τοιούτοις καιροῖς παρεῖναι .
9.10
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 9.7 | Dem. 9.11 (English) | >>Dem. 9.15 |